TLG 0047 001 :: PAUSANIAE I ET XERXIS EPISTULAE :: Epistulae

PAUSANIAE I ET XERXIS EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 407.

Citation: Epistle — (line)

1

(t)

Ξέρξῃ.
1 Παυσανίας ὁ ἡγεμὼν τῆς Σπάρτης τούσδε τέ σοι χαρίζεσθαι βουλόμενος ἀποπέμπει δορὶ ἑλών, καὶ γνώμην ποιοῦμαι, εἰ καὶ σοὶ δοκεῖ, θυγατέρα τε τὴν σὴν γῆμαι καί σοι Σπάρτην τε καὶ τὴν ἄλλην Ἑλ‐
5λάδα ὑποχείριον ποιῆσαι. δυνατὸς δὲ δοκῶ εἶναι ταῦτα πρᾶξαι μετὰ σοῦ βουλευόμενος. εἰ οὖν τί σε τούτων ἀρέσκει, πέμπε ἄνδρα πιστὸν ἐπὶ θάλασσαν, δι’ οὗ τὸ λοιπὸν τοὺς λόγους ποιησόμεθα.

2

(t)

ΞΕΡΞΟΥ ΕΠΙΣΤΟΛΗ.
1 Ὧδε λέγει βασιλεὺς Ξέρξης Παυσανίᾳ. καὶ τῶν ἀνδρῶν, οὕς μοι πέραν θαλάσσης ἐκ Βυζαντίου ἔσω‐ σας, κεῖταί σοι εὐεργεσία ἐν τῷ ἡμετέρῳ οἴκῳ ἐσαεὶ ἀνάγραπτος, καὶ τοῖς λόγοις τοῖς ἀπὸ σοῦ ἀρέσκομαι.
5καὶ σὲ μήτε νὺξ μήθ’ ἡμέρα ἐπισχέτω ὥστε ἀνεῖναι πράσσειν τι ὧν ἐμοὶ ὑπισχνῇ, μηδὲ χρυσοῦ καὶ ἀρ‐ γύρου δαπάνῃ κεκωλύσθω μηδὲ στρατιᾶς πλήθει, εἴ ποι δεῖ παραγίγνεσθαι, ἀλλὰ μετ’ Ἀρταβάζου ἀν‐ δρὸς ἀγαθοῦ, ὅν σοι ἔπεμψα, πρᾶσσε θαρσῶν, καὶ τὰ
10ἐμὰ καὶ τὰ σὰ ὅπη κάλλιστα καὶ ἄριστα ἕξει ἀμφοτέροις.407